Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 3.139 Joseph. AJ 3.144 (English) >>Joseph. AJ 3.149

3.142ἐπὶ ταύτης, ἐτίθετο γὰρ ἐν τῷ ναῷ τετραμμένη πρὸς ἄρκτον οὐ πόρρω τοῦ μυχοῦ, διετίθεσαν ἄρτους τε δώδεκα ἀζύμους κατὰ ἓξ ἐπαλλήλους καθαροῦ πάνυ τοῦ ἀλεύρου ἐκ δύο ἀσσάρων, μέτρον Ἑβραίων ἑπτὰ κοτύλας Ἀττικὰς ἔχει. 3.143ὑπὲρ δὲ τῶν ἄρτων ἐτίθεντο φιάλαι δύο χρύσεαι λιβάνου πλήρεις, μετὰ δὲ ἡμέρας ἑπτὰ πάλιν ἄλλοι ἐκομίζοντο ἄρτοι ἐν τῷ καλουμένῳ ὑφʼ ἡμῶν Σαββάτῳ· τὴν γὰρ ἑβδόμην ἡμέραν Σάββατα καλοῦμεν· τὴν δʼ αἰτίαν ἐξ ἧς ταῦτα ἐπενοήθησαν ἐν ἑτέροις ἐροῦμεν. 3.144

Κατὰ πρόσωπον δὲ τῆς τραπέζης τῷ πρὸς μεσημβρίαν τετραμμένῳ τοίχῳ πλησίον ἵσταται λυχνία ἐκ χρυσοῦ κεχωνευμένη διάκενος σταθμὸν ἔχουσα μνᾶς ἑκατόν· Ἑβραῖοι μὲν καλοῦσι κίγχαρες, εἰς δὲ τὴν Ἑλληνικὴν μεταβαλλόμενον γλῶτταν σημαίνει τάλαντον. 3.145πεποίηται δὲ σφαιρία καὶ κρίνα σὺν ῥοΐσκοις καὶ κρατηριδίοις, ἑβδομήκοντα δʼ ἦν τὰ πάντα, ἐξ ὧν ἀπὸ μιᾶς βάσεως συνετέθη πρὸς ὕψος, ποιήσαντος αὐτὴν συγκειμένην εἰς μοίρας εἰς ὅσας τοὺς πλανήτας καὶ τὸν ἥλιον κατανέμουσιν. 3.146ἀπαρτίζεται δὲ εἰς ἑπτὰ κεφαλὰς καταλλήλας ἐν στίχῳ διακειμένας. λύχνοι δʼ ἐπιφέρονται αὐταῖς ἑπτὰ κατὰ μίαν τῶν πλανητῶν τὸν ἀριθμὸν μεμιμημένοι, ὁρῶσι δὲ εἴς τε τὴν ἀνατολὴν καὶ τὴν μεσημβρίαν λοξῶς αὐτῆς κειμένης.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 3.139 Joseph. AJ 3.144 (English) >>Joseph. AJ 3.149

Powered by PhiloLogic